Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.15 Joseph. AJ 17.20 (English) >>Joseph. AJ 17.25

17.18καὶ μετέπιπτεν Ἡρώδης εἴκων δεήσει τῇ Ἀντιπάτρου, ὥστε αὐτὸν μὲν τὴν Ἀριστοβούλου θυγατέρα γαμεῖν καὶ τὴν Φερώρου τὸν υἱὸν αὐτοῦ. καὶ τὰ μὲν τῶν ὁμολογιῶν τοῦ γάμου τοῦτον κινεῖται τὸν τρόπον ἄκοντος τοῦ βασιλέως. 17.19

Ἡρώδῃ δὲ τῷ βασιλεῖ κατὰ τοῦτον τὸν χρόνον συνῴκουν ἐννέα γυναῖκες, τε Ἀντιπάτρου μήτηρ καὶ θυγάτηρ τοῦ ἀρχιερέως, ἐξ ἧς δὴ καὶ ὁμώνυμος αὐτῷ παῖς γεγόνει· ἦν δὲ καὶ ἀδελφοῦ παῖς αὐτῷ μία γεγαμημένη καὶ ἀνεψιὰ σὺν αὐτῇ. καὶ ταῖσδε μὲν τέκνον οὐδὲν ἐφύη. 17.20ἦν δʼ ἐν ταῖς γυναιξὶν κἀκ τοῦ Σαμαρέων ἔθνους μία καὶ παῖδες αὐτῆς Ἀντίπας καὶ Ἀρχέλαος καὶ θυγάτηρ Ὀλυμπιάς. καὶ ταύτην μὲν ὕστερον Ἰώσηπος γαμεῖ βασιλέως ἀδελφιδοῦς ὤν, Ἀρχέλαος δὲ καὶ Ἀντίπας ἐπὶ Ῥώμης παρά τινι ἰδίῳ τροφὰς εἶχον. 17.21Κλεοπάτρα δὲ Ἱεροσολυμῖτις γεγάμητο αὐτῷ καὶ παῖδες ἐξ αὐτῆς Ἡρώδης τε ἐγεγόνεισαν καὶ Φίλιππος, ὃς καὶ αὐτὸς ἐν Ῥώμῃ τροφὰς εἶχεν. καὶ Παλλὰς δὲ ἐν ταῖς γαμεταῖς Φασάηλον πεποιημένη παῖδα αὐτῷ, πρός γε μὴν ταύταις Φαῖδρα καὶ Ἐλπίς, ἐξ ὧν θυγατέρες δύο ἦσαν Ῥωξάνη καὶ Σαλώμη. 17.22τὰς δὲ πρεσβυτέρας αὐτοῦ θυγατέρας ὁμομητρίας τῶν περὶ Ἀλέξανδρον, ὧν περιεώρα Φερώρας τὸν γάμον, συνῴκουν μὲν Ἀντιπάτρῳ τοῦ βασιλέως ἀδελφῆς παιδὶ ὄντι, Φασαήλῳ δὲ ἑτέρα· καὶ οὗτος Ἡρώδου ἀδελφοῦ παῖς ἐγεγόνει. καὶ τοῦτο μὲν Ἡρώδου τὸ γένος ἦν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.15 Joseph. AJ 17.20 (English) >>Joseph. AJ 17.25

Powered by PhiloLogic